Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 22.13 | Dem. 22.16 (English) | >>Dem. 22.20 |
22.15εἶεν · ἐκ δὲ τοῦ κακῶς πόσα δεινά ; τὰ μὲν πόλλʼ ἐάσω · ἀλλʼ ἐπὶ τοῦ Δεκελεικοῦ πολέμου (τῶν γὰρ ἀρχαίων ἕν , ὃ πάντες ἐμοῦ μᾶλλον ἐπίστασθε , ὑπομνήσω ) πολλῶν καὶ δεινῶν ἀτυχημάτων συμβάντων τῇ πόλει οὐ πρότερον τῷ πολέμῳ παρέστησαν πρὶν τὸ ναυτικὸν αὐτῶν ἀπώλετο . καὶ τί δεῖ τὰ παλαιὰ λέγειν ; τὸν τελευταῖον γὰρ ἴστε τὸν πρὸς Λακεδαιμονίους πόλεμον , ὅτε μὲν ναῦς οὐκ ἐδοκεῖτʼ ἀποστεῖλαι δυνήσεσθαι , πῶς διέκειθʼ ἡ πόλις · ἴστʼ ὀρόβους ὄντας ὠνίους . ἐπειδὴ δʼ ἀπεστείλατε , εἰρήνης ἐτύχεθʼ ὁποίας τινὸς ἐβούλεσθε .
22.16ὥστε δικαίως , ὦ ἄνδρες Ἀθηναῖοι , τηλικαύτην ἐχουσῶν ῥοπὴν ἐφʼ ἑκάτερα τῶν τριήρων , τοῦτον ὅρον τεθήκατε τῇ βουλῇ , πότερʼ αὐτὴν δεῖ λαβεῖν τὴν δωρειὰν ἢ οὔ . εἰ γὰρ πάντα τἄλλα διοικήσειε καλῶς , διʼ ὧν δὲ τό τʼ ἐξ ἀρχῆς ταῦτʼ ἐκτησάμεθα καὶ νῦν σῴζομεν , ταύτας μὴ ποιήσαιτο , τὰς τριήρεις λέγω , οὐδὲν ἐκείνων ὄφελος · τὴν γὰρ τῶν ὅλων σωτηρίαν πρῶτον ὑπάρχειν δεῖ παρεσκευασμένην τῷ δήμῳ . οὗτος τοίνυν εἰς τοῦτʼ ἐλήλυθε τοῦ νομίζειν αὑτῷ καὶ λέγειν καὶ γράφειν ἐξεῖναι πᾶν ὅ τι ἂν βούληται , ὥστε βεβουλευκυίας μὲν τἄλλʼ ὃν τρόπον ὑμεῖς ἀκούετε τῆς βουλῆς , οὐ πεποιημένης δὲ τὰς τριήρεις , γέγραφεν δοῦναι τὴν δωρειάν .
καὶ ταῦθʼ ὡς μὲν οὐ παρὰ τὸν νόμον ἐστίν , οὔτʼ ἂν οὗτος ἔχοι λέγειν οὔθʼ ὑμεῖς πεισθείητε · ἀκούω δʼ αὐτὸν τοιοῦτον ἐρεῖν τινʼ ἐν ὑμῖν λόγον , ὡς οὐχ ἡ βουλὴ γέγονʼ αἰτία τοῦ μὴ πεποιῆσθαι τὰς ναῦς , ἀλλʼ ὁ τῶν τριηροποιικῶν ταμίας ἀποδρὰς ᾤχετʼ ἔχων πένθʼ ἡμιτάλαντα , καὶ τὸ πρᾶγμʼ ἀτύχημα συμβέβηκεν . ἐγὼ δὲ πρῶτον μὲν αὐτὸ τοῦτο θαυμάζω , εἰ στεφανοῦν ἐπὶ τοῖς ἠτυχημένοις ἠξίου τὴν βουλήν · τῶν κατορθουμένων γὰρ ἔγωγʼ ἡγούμην ἔργων τὰς τοιαύτας ὡρίσθαι τιμάς · ἔπειτα δὲ κἀκεῖνʼ ἔτι βούλομαι φράσαι πρὸς ὑμᾶς .
22.17
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 22.13 | Dem. 22.16 (English) | >>Dem. 22.20 |